TLG 1426 001 :: HERODES ATTICUS :: Περὶ πολιτείας [Dub.]

HERODES ATTICUS Soph.
(Atheniensis Romanus: A.D. 2)

Περὶ πολιτείας [Dub.]

Source: Albini, U. (ed.), [Erode Attico]. Περὶ πολιτείας. Florence: Le Monnier, 1968: 29–35.

Citation: Section — (line)

t

[ΗΡΩΔΟΥ] ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ

1

Δι’ ὅ, τι μὲν ἀνάγκη λέγειν καὶ τηλικοῖσδε καὶ μὴ πολὺ νεωτέροις περὶ τοῦ παρόντος πράγματος, ἔχω λέξαι· δι’ ὅ, τι δ’ εἰκός ἐστι σιωπᾶν ἔχοντα λέγειν, οὔτε παρ’ ἄλλου δύναμαι μαθεῖν οὔτ’ αὐτὸς

2

ἐξευρίσκω. περὶ μὲν γὰρ ἑτέρου πράγματος ἔχοι τις ἂν ἐγκαλεῖν τοῖς λέγουσι, ματαιότητ’ ἢ πολυπραγμοσύνην αἰτιασάμενος, 〈μὴ〉 ἐπί‐ στασθαι τὰ παρόντα πράγματα· τὰ δ’ εἰς τὸν πόλεμον ἀνήκοντα πᾶσι μέν ἐστιν ἐν κοινῷ, μάλιστα δ’ ἀναγκαῖον καὶ προσῆκον ταῖσδε
5ταῖς ἡλικίαις ἐπίστασθαι περὶ αὐτῶν καὶ λέγειν. οἷς γὰρ ὁ κίνδυνος οἰκειότατος γίγνεται, τούτοις ἀναγκαῖόν ἐστι μάλιστα μέλειν· οἷς

3

δὲ μέλειν ἐπιτέτακται, τούτους εἰκὸς ἐξευρίσκειν μάλιστα. τοῦ μὲν οὖν λέγειν πολλὰς ἀνάγκας εὑρίσκω, τοῦ δὲ σιωπᾶν οὐδεμίαν ὁρῶ συγγνώμην. ἐγὼ γὰρ ἐβουλόμην μὲν ὑμᾶς αὐτοὺς τῶν ὑμετέρων ἀγαθῶν αἰτίους εἶναι μετὰ τῶν θεῶν· εἰ δὲ τοῦτο διατρίβετε καὶ
5δι’ ἄλλους εὖ πράττειν ἡδύ, δοκεῖ δή μοι θεῶν τινος ἐπιμελείᾳ γίγνε‐

4

σθαι τὸ γιγνόμενον. ἃ μὲν γὰρ ὑμᾶς ἐχρῆν παρασκευάσασθαι χρή‐ μασι πείθοντας καὶ τοῖς σώμασι κινδυνεύοντας, ταῦτα πάνθ’ ὑμῖν ἡ τύχη ἄνευ πόνου καὶ χρημάτων συνέπραξεν, ὥστε τοὺς ὑμετέρους ἐχθροὺς ἑκόντας ὑμῖν δίκην δοῦναι. πρῶτον μὲν ὡς ἀγαθόν ἐστι
5πείθεσθαι τοῖς ἐπαγγελλομένοις πόλεμον, τοῦθ’ ὑμᾶς διδάξω· δεύ‐ τερον δ’ ὡς ἀναγκαῖον.

5

Ἡμεῖς μὲν γὰρ 〈εἴπερ〉 ἠπιστάμεθα γιγνώσκειν τὰ φύσει πολέ‐ μια τῇδε τῇ χώρᾳ, προγιγνώσκοντές [τ’] ἂν πρὶν παθεῖν εὐλαβού‐
μεθα, τὰ μὲν ἐκείνων ἀσθενῆ καθιστάντες ἐκ παντὸς τρόπου, τὰ δ’ ἡμέτερ’ αὐτῶν κρείσσονα, γιγνώσκοντες ὅτι τὸ φύσει πολέμιον τῷ29

6

μὴ δύνασθαι κακὰ δρᾶν ἡσυχίαν ἄγει. νῦν δὲ τὴν ἡμετέραν διδασκα‐ λίαν ἐκ τῶν συμφορῶν ἐπιστάμεθα, τὸν ἄνδρα τοῦτον οὐδέποθ’ ἡμῖν φίλον ἐσόμενον, οὐδὲ διαλλαγὴν ἐσομένην ἐκείνῳ πρὸς ἡμᾶς. οὐ γὰρ ἀδικούμενος ὑφ’ ἡμῶν, ἀλλ’ ἀδικεῖν βουλόμενος ἐχθρὸς ἡμῖν ἐστιν.
5ἔχει μέν γε χώραν, ἣν ἡμῖν οἱ πατέρες κτησάμενοι παρέδωκαν, ἣν διὰ μὲν τὴν ἡμετέραν ἀσθένειαν ἕξει, διὰ δὲ δύναμιν ἄκων ἀποδώσει.

7

μία μὲν αὕτη πρόφασις αὐτῷ κακονοίας πρὸς ἡμᾶς· ἔπειτα δ’ ὅτι ταῖς μὲν Ἑλλήνων πόλεσιν ἱκανόν ἐστι τὴν αὑτῶν δύναμιν διασῶσαι τοῖς ἐπιγιγνομένοις, τοῖς δὲ τυράννοις ταῦτ’ οὐκ ἀπόχρη μόνον, ἀλλὰ

8

προσκαταστρέψασθαι δέονται τοὺς πλησιαιτάτους ἀεί. ἡμεῖς μὲν οὖν δοκοῦμεν οὔτ’ αὐτοὶ ῥᾳδίως ἂν τοῦτο παθεῖν, ἄλλοις τ’ ἐμποδὼν γενέ‐ σθαι. διὰ ταῦθ’ ἡμῖν ἐκεῖνος ἄχθεται, βουλόμενος σφάλλεσθαι τὰς ἐλπίδας τῶν ἡμῖν πιστευόντων. ἀπὸ μιᾶς οὖν τέχνης ὁρμώμενος ἡμῶν

9

τε κρατήσειν οἴεται καὶ τούτων, ὧν δι’ ἡμᾶς οὐκ ἄρξει. ταῦτα δὲ πρότερον ἐξῆν εἰκάζειν ἡμῖν, νῦν δὲ σαφῶς γιγνώσκειν ἔργῳ πάσχον‐ τας. ᾧ γὰρ ἁλίσκεται μάλιστα καὶ πόλις καὶ χώρα, τοῦτο τὸ χωρίον οὐκ ἔλαθεν αὐτόν, ἰδόντα στασιάζοντας ἡμᾶς αὐτούς· ἀλλὰ μετὰ τῶν ὀλί‐

10

γων ἐπὶ τούτους πάντας οὐκ ὤκνησεν ἐλθεῖν. ἠπίστατο γὰρ †ἐλθών†, ὅτι τοῖς πολλοῖς μὴ ἐπιχειρήσας οὐδὲν ἂν ἔπραξεν ὧν ἐβούλετο· τοὺς γὰρ ἀσθενεστέρους συγκαταπολεμήσας οὐκ ἄρξειν τῶν πλειόνων ἔμελλεν· ἱκανοὶ γὰρ ἦσαν ἂν αὐτὸν ἀμύνασθαι· εἰ δὲ τοὺς πολλοὺς
5μετὰ τῶν ὀλίγων καταστρέψαιτο, ῥᾳδίως ἁπάντων ᾤετο κρατήσειν. οὕτω μὲν αὐτὸν βούλεσθαι πέφυκεν ἡμᾶς στασιάζειν. εἰ δ’ αὐτῷ

11

ταῦτα συμφέρει, καὶ πράσσειν οἴεσθ’ αὐτόν. τὸ δ’ ἐκείνου συμφέρον ὅσον ἡμῖν κακόν ἐστιν, ἀθρήσετε, πρὸς τὸ μέγιστον τῶν ἄλλων ἀντι‐ τιθέντες. ὁμολογεῖται γὰρ πόλεμος τῶν ἄλλων κακῶν τοσούτῳ μέγιστον εἶναι, ὅσῳπερ εἰρήνη τῶν ἀγαθῶν. ἴσῳ μέντοι μεγέθει τὸν πόλεμον
5ἡ στάσις ὑπερβάλλει, ὅσῳπερ ὁ πόλεμος τὴν εἰρήνην. ἐν μὲν γὰρ τῷ
ξενικῷ πολέμῳ τὴν πατρίδα σῴζοντες ἀποθνῄσκουσιν, ἐν δὲ τῷ πολι‐ τικῷ διαφθείροντες ἑαυτούς, ὥστε μήτε τοὺς ἀπο〈θανόντας μήτε30

12

τοὺς ἀπο〉κτείναντας εὐδοκιμεῖν. ἄλλοις μὲν γὰρ πολεμοῦντες πολε‐ μοῦμεν ὑπὲρ τῶν φίλων· καὶ τοὺς μὲν ἀλλοτρίους νικῶντες ἑτέρους κτῶνται φίλους, ὅταν δὲ τοὺς οἰκείους, ἀποστεροῦνται καὶ τῶν ὑπαρ‐ χόντων. ἁρπαγὴν δὲ χώρας καὶ χρημάτων φθορὰν καὶ τοῖς ἐχθροῖς
5ἡδονὴν καὶ τοῖς φίλοις συμφορὰν ὅσην δύναται, πολὺς ἀριθμὸς

13

καθ’ ἕκαστον ἐξηγήσασθαι. καὶ τούτων οὐδ’ ἀπαλλαγῆναι ῥᾴδιον, ἐπειδὰν ἄρξηταί τις· τὸν διάλογον γὰρ οὐκ ἔστιν εὑρεῖν. οἱ γὰρ πλη‐ σίον οἰκοῦντες οὐκ ἄχθονται στασιαζόντων τῶν πλησίον, οἱ μὲν ἀσθενέστεροι, ὅπως ἂν μὴ ἄρχωνται, οἱ δ’ ὅμοιοι τὴν δύναμιν, ὅπως
5ἂν κρείσσονες γένωνται, οἱ δ’ ἰσχυροί, ὅπως ἂν ῥᾳδιέστερον ἄρχωσι.

14

καὶ τούτων οὐκ οἶδ’ ὅτι δεῖ σημεῖον ἄλλοθεν λαβεῖν· ἡμεῖς γὰρ τοῖς ἄλλοις σημεῖόν ἐσμεν. χώραν γὰρ τῶν Ἑλλήνων ἔχοντες πλείστην καὶ πλεῖστα δυναμένην παρέχειν οὐ μόνον τοῖς ἐνοικοῦσιν ἀλλὰ καὶ τοῖς παροίκοις, οὐ φαινόμεθα πλουσιώτεροι τῶν παρ’ ἡμῶν ἐξαγο‐
5μένων ὄντες· ἐκεῖνοι μὲν γὰρ ἑαυτοῖς κατατίθενται τὰ παραγιγνό‐ μενα, ἡμεῖς δ’ εἰς τοὺς ἀλλοτρίους ἀναλίσκομεν, τὰ κοινὰ μὲν ἴδια

15

ποιοῦντας, τὰ δὲ τῶν ἰδιωτῶν κοινά. καίτοι πῶς οὐ δεινόν ἐστι τούτους κοινῇ τρέφειν, οἳ τὴν πόλιν οὐ κοινὴν ἡμῖν παρέχουσι; πρὸς τούτοις τε γῆν ἔχοντες εὐφυεστάτην ἀμύνεσθαι τοὺς ἐπιόντας, καὶ τὸ σύμμαχον ἐγγενὲς παρεχομένην καὶ ἵππους, οὐχ ὅπως δια〈κω〉λύο‐
5μεν τοὺς βουλομένους ἀδικεῖν, ἀλλ’ ἐπαγόμεθα τοὺς ἀμυνοῦντας μισθῷ πείθοντες καὶ φυλασσόμεθα ξένοις, καὶ καταφρονεῖται μὲν ἡ δύνα‐

16

μις τῆς χώρας, καταγελώμεθα δ’ αὐτοί. τούτων πάντων καὶ ἑτέρων πολλῶν τὸν αἴτιον αὐτοὶ παρόντες ἐθεάσασθε τοιαύτην ἐπίδειξιν ἐπιδείξαντα πᾶσιν, οἵαν οὐδεὶς οὕτω σκληρὸς οὐδὲ μισάνθρωπός ἐστιν, ὅστις ἀδάκρυτος ἂν διηγήσαιτο. τί γὰρ οὐκ ἐγένετο τῶν μεγί‐
5στων κακῶν; οὐ παῖδες καὶ γυναῖκες καὶ πατέρες [γέροντες] καὶ μητέρες θεωροὶ κατέστησαν ἀποθνῃσκόντων, οἱ μὲν πατέρων, αἱ
δ’ ἀνδρῶν, οἱ δὲ παίδων, οἱ μὲν ἐν ταῖς αὑτῶν χερσὶ τελευτώντων31

17

τὸν βίον, οἱ δ’ ἐν τοῖς πολεμίοις διαφθειρομένων; οἰκίας δὲ κατασκα‐ πτομένας καὶ χρήματα † διαλεξόμενα †; καὶ τὸ πάντων δεινότατον, ὁπότε τύχοι τῶν αὐτῶν ἱερῶν κοινωνῶν ὁ ταῦτα δρῶν καὶ τῆς αὐτῆς φυλῆς ὤν, ᾧ προσῆκον ἐπαμῦναι κατά γε νόμον, ἀλλὰ μὴ παρανόμως
5ἀπολέσαι; †ὅτε καὶ τοῖς γέρουσιν ἐφάνη συμφορὰ τὸ γῆρας, καὶ τοῖς

18

ὀρφανοῖς ὡσαύτως. καὶ †τούτων τὸν αἴτιον πῶς οὐ χρὴ κακῶς δρᾶν δυναμένους γε, ἀμυνομένους μὲν ὧν ὑπῆρξε, τιμωροῦντας δὲ τοῖς ἀποθανοῦσιν, οἰκτείροντας δὲ τοὺς ἀποστερηθέντας; οὐ γὰρ μόνον τοσοῦτον ἀγαθόν ἐστιν, ὅτι τῶν παροιχομένων ληψόμεθα δίκην,
5ἀλλ’ ὅτι παράδειγμα τοῦτο δείξαντες ἀποδιδάξομεν τοὺς ἄλλους μὴ νομίζειν εὕρημα τὴν ἡμετέραν διαφορὰν μηδὲ μεθ’ ἡμῶν ἐπιβουλεύειν ἡμῖν. ἐὰν δὲ τοῦτο γένηται, πολλὰς ἐλπίδας ἔχω μηδὲ στασιάσειν ἡμᾶς, ὅταν ἐπίκουροι μηδαμόθεν ἴωσι τοῖς ἐπιβουλεύουσιν.

19

Οὕτω μὲν οὖν ἀγαθόν ἐστιν ἡμῖν ἐθελοντὰς ὁμολογῆσαι συμπο‐ λεμεῖν τοῖς παρακαλοῦσιν· ὡς δ’ ἀναγκαῖόν ἐστιν, ἐκ τῶν ἐπιλοίπων χρὴ σκοπεῖν. Ἀρχέλαος γὰρ οὔτ’ ἐπὶ Πελοποννησίους ἦλθε μετ’ Ἀθη‐ ναίων, οὔτε διὰ τῆς χώρας ἰέναι βουλομένους ἔπαυσεν, οὔτε χρήματα
5παρέσχεν ἐπὶ τούτους, οὐδ’ ἔστι πρόφασις τῆς ἔχθρας πλὴν ὅτι οὐκ ἤθελε συμπολεμεῖν αὐτοῖς πρὸς Ἀθηναίους, ἀλλ’ ἡσυχίαν ἦγεν.

20

ἐπειδὴ τοίνυν [τοῖς] Πελοποννησίοις ἱκανὴ πρόφασίς ἐστι πολεμίους νομίζειν τοὺς μὴ 〈συμ〉πολεμήσαντας αὐτοῖς, εὐλαβηθῶμεν ὅπως μὴ διὰ τὴν αὐτὴν πρόφασιν ἡμῖν πολεμήσωσιν, εἰ παρακαλούμενοι μὴ βουλησόμεθα συμπολεμεῖν μετὰ Πελοποννησίων· οὐ γὰρ ἠδικεῖθ’

21

ὑπ’ Ἀθηναίων οὐδέν. ἡμῖν δὲ δὴ τίς λόγος ὑπολείπεται; πότερον ὡς οὐκ ἠδικούμεθα; διδάξομεν αὐτοὺς ταὐτὰ δρᾶν ἅπερ ἐκεῖνος· οὐ γὰρ ἄδικον, εἴπερ ὁ τάδε δράσας οὐκ ἀδικεῖ. ἀλλ’ ἀδικεῖσθαι μὲν φήσομεν, ἀμύνεσθαι δ’ οὐ βουλόμεθα; πολλὴν ἄρ’ ἄδειαν ποιήσομεν

22

τοῖς βουλομένοις ἡμᾶς κακῶς δρᾶν. ἀλλὰ βούλεσθαι μέν, δύνασθαι δ’ οὔ; τίς οὖν οὐ καταφρονήσει τῆς δυνάμεως ἡμῶν, εἰ τοὺς Ἕλλη‐ νάς γ’ ἔχοντες ἐπικούρους οὐδ’ οὕτως δυνησόμεθα τοὺς ἐχθροὺς ἀμύνεσθαι; καὶ τὸ μέγιστον, εἰ δευτέραν αἰτίαν σχήσομεν ὑπὸ τῶν
5Ἑλλήνων, πρότερον μὲν ὅτι τὸν [πρότερον] Μηδικὸν οὐ συνεπολεμή‐32

23

σαμεν, δεύτερον δὲ τὸν νῦν ἐπαγγελλόμενον; καίτοι πρὸς ἐκεῖνον μὲν ἱκανὴν πρόφασιν εἴχομεν· πρὸ ἡμῶν μὲν γὰρ ἠθέλομεν αὐτοῖς συνδια‐ κινδυνεύειν· οὕτω γὰρ ἐπ’ ἴσης ἐγίγνετο μᾶλλον, ἢ τὴν ἡμετέραν αὐτῶν ἀπολιπόντας περὶ τῆς ἐκείνων διαμάχεσθαι. νῦν δὲ τί φήσο‐
5μεν; αὐτοὶ γὰρ ἥκουσιν ὑπὲρ ἡμῶν καὶ τῆς ἡμετέρας ἐθέλοντες

24

κινδυνεύειν. ἔτι δὲ πῶς οὐ δεινόν, εἰ μόνοι τῶν Ἑλλήνων εἰς τὴν Ἑλληνίδα συμμαχίαν οὐ συναριθμησόμεθα; τοῦτο δ’ ὅσον ἐστίν, αὐτὸς οὗτος δεδήλωκεν· ἐπιθυμῶν γὰρ καὶ χρήματα βουλόμενος τοῖς Ἕλλησι δοῦναι, ὅπως γένοιτο σύμμαχος, οὐκ ἐδυνήθη διαπρά‐
5ξασθαι. καὶ τοῦτο σχεδόν ἐστι δυοῖν σημεῖον, καὶ ὅτι ἀγαθόν ἐστι καὶ ὅτι χαλεπόν.

25

Περὶ μὲν οὖν τούτων, ἐὰν ταῦτά τις ἀντιλέγῃ, τοσαῦτά μοι λε‐ λέχθω. ἤδη δὲ λόγον ἤκουσα λεγόμενον, ὅ μοι σημεῖόν ἐστιν ἱκανόν, ὅτι βέλτιστ’ ἐστιν, ἁγὼ λέγω τοῖς ἐναντιωσομένοις· εἴπερ ὁ λόγος

26

ἐκεῖνος ἰσχυρότατός ἐστιν, οὐκ ἄξιόν ἐστιν ἔτι φοβηθῆναι. λέγουσι γὰρ ὡς κρείσσων Ἀρχέλαός ἐστι, καὶ τοιοῦτος ὢν πρόσοικος, μᾶλλον ἢ Πελοποννήσιοι· τοῦτον μὲν γάρ, εἰ βουλοίμεθα, δυναίμεθ’ ἂν ἀμύ‐ νεσθαι, Πελοποννησίους δ’ οὐκ ἄν· οὐκοῦν κρεῖσσον στασιάζειν πρὸς
5ἡμᾶς αὐτοὺς μᾶλλον ἢ δουλεύειν ἑτέροις. ἐγὼ δ’ εἰ μὲν ἀνάγκην ἑώρων οὖσαν ἡμῖν ἑλέσθαι δυοῖν θάτερον, ἐβουλευσάμην ἂν ὁπότερον χρή μ’ ἑλέσθαι· τὴν δ’ ἡσυχίαν εὑρίσκω πρὸς Πελοποννησίους οὖσαν.

27

θαυμάζω δὲ καὶ τῶν ἀντιτιθέντων τὰ πράγματα τοῖς πράγμασιν. οὐ γὰρ ὅμοια πρὸς ὅμοια συντιθέασι, πρῶτον μὲν ὅτι τὰ μὲν ὑπὸ τούτου σαφῶς ἐπιστάμεθα, τὰ δ’ ὑπ’ ἐκείνων ὑπονοοῦμεν. τὰ μὲν γὰρ ἐπά‐ θομεν, τὰ δ’ οὐκ ἐπιστάμεθ’ εἰ πεισόμεθα. πῶς οὖν ἴσον ἐστὶ τοῖς
5μὲν ἤδη γεγενημένοις μὴ θυμοῦσθαι, τὰ δ’ εἰκαζόμενα φοβεῖσθαι

28

μᾶλλον; ἐκ ποίων δὲ χρὴ παραδειγμάτων ὀρρωδεῖν αὐτά; πότερον οὐχ ὁρῶμεν τοὺς πλησιαιτάτους ἡμῖν προσοικοῦντας τῶν Ἑλλήνων Φωκέας ἐλευθέρους ὄντας, προσεχομένους δὲ Βοιωτοὺς οὔτε φόρον φέροντας ἐκείνοις, οὔτ’ ἄρχοντ’ οὐδένα Λακεδαιμονίων αὐτόθι, ἔτι
5δὲ διὰ πλείονος Κορινθίους αὐτονόμους ὄντας καὶ τῶν ἑαυτῶν κρα‐ τοῦντας, Ἀχαιοὺς δὲ πρὸς τούτοις οὔτε πλείονας ὄντας ἡμῶν οὔτε
κατὰ πόλεις οἰκοῦντας, Ἠλείους δὲ καὶ Τεγεάτας καὶ τοὺς ἄλλους33

29

Ἀρκάδας ἀστυγείτονας ὄντας; ἔνθ’ οὐδεὶς εὕρηκέ πω Λακεδαιμόνιον ἄρχοντα, ὥσπερ οὖν ἐνθάδε Μακεδόνα· πολιτείας δὲ πανταχοῦ καὶ νόμους ἐπιστάμεθα κειμένους, καὶ τὰ κοινὰ κοινῇ καρπουμένους.

30

Ἴσως ἄν τις εἴποι· ἀλλ’ ὀλιγαρχίαν ἁπανταχοῦ καθιστᾶσι. τοιαύ‐ την γε, οἵαν ἡμεῖς εὐχόμενοι πολὺν χρόνον καὶ ποθοῦντες, ὀλίγον χρόνον ἰδόντες, ἀφῃρέθημεν· εἰ δὴ προσήκει ὀλιγαρχίας λέγειν ἐκείνας πρὸς τὰς ἐνθάδε. ποῦ γὰρ οὕτω μικρὰ πόλις, ἐν ᾗ τὸ τρίτον

31

μέρος οὐ μετέχει τῶν πραγμάτων αὐτόθι; ὅτῳ δὲ μήθ’ ὅπλα μηδ’ ἄλλη δύναμίς ἐστι τὰ κοινὰ πράσσειν, οὐχ ὑπὸ Λακεδαιμονίων ἀλλ’ ὑπὸ τῆς τύχης ἀπεστερήθη τῶν πραγμάτων· ἀπεστέρηται δὲ τοσοῦτον χρόνον, ἕως ἂν † παράδειγμα θῆται· παρὰ δὲ ταῦτα, ἃ παρ’ ὑμᾶς
5ἐστιν†. οἶμαι μὲν γὰρ ἡμᾶς οὐδ’ ἂν εὐχομένους ἄλλως εὔξασθαι πολι‐ τεύεσθαι. παραδείγματα †μὲν† τοιαῦτα παρεχομένους ὀρρωδεῖν οὐκ

32

εἰκὸς αὐτούς, ἃ μὴ γενέσθαι δεινόν ἐστι μᾶλλον ἢ γενέσθαι. καὶ Λακε‐ δαιμονίους μὲν οὐκέτι πέφυκεν ἡμῖν ἐπιτίθεσθαι· πόρρω γὰρ οἰκοῦσιν ἀφ’ ἡμῶν, ἀπαράσκευοί τ’ εἰσὶ πρὸς τὴν χώραν. ᾧ γὰρ ἡμεῖς ἰσχύομεν μάλιστα, οὐκ ὀλίγον διαφέρουσι [πλησίοι εἶναι αὐτῷ]. πρῶτον μὲν
5οὖν οὐκ εἰκότως ἐπιβουλεύουσιν· ἐὰν δ’ ἐγχειρῶσιν, οὐ λήσουσιν· ἐὰν δὲ προγιγνώσκωμεν, οὐκ ἀμελήσομεν αὐτῶν. ὥστ’ οὐδαμῇ καλῶς αὐτοῖς ἐπιτίθεσθαι σχήσει.

33

Εἰ δὲ καὶ τόνδε τις τὸν λόγον λέξει, ὡς Ἀρχέλαος παῖδας ἔχει καὶ διὰ τοὺς παῖδας οὐχ οἷόν τε συμπολεμεῖν, πρῶτον μὲν ἄξιον θαυ‐ μάσαι τοῦτον, ὅστις περὶ μὲν δέκα παίδων λέξειε, περὶ δὲ τῶν ἁπάντων οὐ λέγει οὐδὲ περὶ τῆς πόλεως, καὶ τὸ μὲν τῶν πάντων συμφέρον
5ἀποστερεῖ, περὶ δὲ τῶν ὀλίγων καθίστησιν. εἰ μὲν οὖν ἀναγκαῖον ἦν παθεῖν τι τοὺς παῖδας, οὐ θαυμαστὸν ἦν λέξαι· νῦν δὲ δῆλόν ἐστιν ὅτι κρατοῦντες ἐκείνου καὶ τῶν παίδων ἅμα κρατήσομεν, ὥστ’ †ἀφε‐ λόντες τῶν ἐκείνου κακῶν† ῥᾳδίως ἀπολαβεῖν τοὺς παῖδας.

34

Ὁ μὲν οὖν ἐμὸς λόγος ἀμύνεσθαι μὲν τὸν ἀδικοῦντα κελεύει, τιμω‐ ρεῖν δὲ τοῖς ἀποθανοῦσι, χαρίζεσθαι δὲ τοῖς προσήκουσι, δέχεσθαι δὲ τὴν τύχην, συμμάχους τε τοῖς Ἕλλησιν εἶναι, πολεμίους δὲ τοῖς βαρβάροις, καὶ πιστεύειν μὲν τοῖς ὠφελοῦσιν, ὀρρωδεῖν δὲ τοὺς μὴ34
5τοιούτους, ἐχθροὺς δὲ νομίζειν τοὺς ἀδικοῦντας, φίλους δὲ τοὺς ἐπαμύνοντας, πρὸς τούτοις τε τὰ γιγνωσκόμενα τῶν εἰκαζομένων

35

κυριώτερ’ ἡγεῖσθαι. ταῦτα μὲν οὖν οὑμὸς λόγος. τοῖς δ’ ἐναντιουμέ‐ νοις, εἰς τοῦθ’ ἥξουσι τόλμης, τἀναντία δεῖ δύνασθαι τὸν λόγον· ἀνέχεσθαι μὲν ἀδικουμένους, ὠφελεῖν δὲ τοὺς ἀδικοῦντας, φεύγειν δὲ τοὺς βουλομένους ὠφελεῖν, ἀπιστεῖν δὲ τοῖς φίλοις, πιστεύειν δὲ

36

τοῖς ἐχθροῖς, ὀρρωδεῖν δὲ τὰ πόρρω, τὰ δὲ πλησίον ὑπερορᾶν, ἔπειτα τοῖς Ἕλλησι μὴ γίγνεσθαι συμμάχους, τοῖς δὲ βαρβάροις καὶ πρὸς τούτῳ τοῖς ἐχθροτάτοις, ἔτι δ’ ἀτιμωρήτους μὲν τεθνάναι τοὺς ἀπο‐ θανόντας, ἀτίμους δὲ τοὺς προσήκοντας εἶναι, καὶ μήτε πολιτείαν εἶναι

37

μήτε νόμον μήτε δίκας. τοιαῦτ’ ἀνάγκη τὸν λόγον τὸν τῶν ἀντιλε‐ ξόντων δύνασθαι· ταῦτα γάρ ἐστιν ἐναντία τούτοις οἷς ἐγὼ λέγω. πειθόμενοι οὖν ἐκείνοις τούτων οὐχ ἁμαρτήσεσθε· δεξάμενοι δὲ τὴν συμμαχίαν καὶ προθυμηθέντες, ὧν ἐπάθομέν τε δίκην ληψόμεθα καὶ
5τὸ λοιπὸν οὐ πεισόμεθα τοιαῦτα.35